Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 47.63 Dem. 47.65 (English) >>Dem. 47.68

47.64ἐκτίνοντος δέ μου τῷ Θεοφήμῳ, ὠφλήκειν τὴν δίκην, ἐπειδὴ ἐξέτινον πολλῶν παρόντων μαρτύρων χιλίας μὲν καὶ ἑκατὸν δραχμὰς <τὴν καταδίκην, ὀγδοήκοντα δὲ καὶ ἑκατὸν δραχμὰς> καὶ τρεῖς καὶ δύʼ ὀβολὼ τὴν ἐπωβελίαν, τριάκοντα δὲ τὰ πρυτανεῖα (τῶν γὰρ ἄλλων οὐδὲν αὐτῷ ἐπιτιμίων ὦφλον), λαβὼν τοίνυν παρʼ ἐμοῦ ἐπὶ τῇ τραπέζῃ χιλίας τριακοσίας δέκα τρεῖς δύʼ ὀβολὼ τὸ σύμπαν κεφάλαιον, ἀπαιτοῦντος ἐμοῦ τά τε πρόβατα καὶ τὰ ἀνδράποδα καὶ τὰ σκεύη ἡρπάκει μου, οὐκ ἔφη ἀποδώσειν μοι, εἰ μή τις αὐτὸν ἀφήσει καὶ τοὺς μετʼ αὐτοῦ τῶν ἐγκλημάτων καὶ τοὺς μάρτυρας τῶν ψευδομαρτυρίων. 47.65ταῦτα δὲ ἀποκριναμένου αὐτοῦ μάρτυρας μὲν ἐποιησάμην τῆς ἀποκρίσεως τοὺς παρόντας, τὴν δὲ δίκην ἐξέτεισα, ὑπερήμερον γὰρ οὐκ ᾤμην δεῖν ἐμαυτὸν εἶναι. τὸν δʼ Εὔεργον οὐδʼ ᾔδειν εἰσεληλυθότα μου εἰς τὴν οἰκίαν ταύτῃ τῇ ἡμέρᾳ, ἀλλʼ αὐτίκα δίκη ἐξετέτειστο, καὶ εἶχεν Θεόφημος τά τε πρόβατα καὶ τὰ ἀνδράποδα καὶ τὰ σκεύη τὰ τῇ προτεραίᾳ περιγενόμενα, καὶ ἄγγελος ἦλθέ μοι λιθοκόπος τις, τὸ πλησίον μνῆμα ἐργαζόμενος, ὅτι πάλιν οἴχεται Εὔεργος τὰ ὑπόλοιπα σκεύη ἐκφορήσας ἐκ τῆς οἰκίας· πρὸς ὃν οὐδέν μοι πρᾶγμα ἦν. 47.66ὡς οὖν ἀληθῆ λέγω, καὶ ὅτι τῇ μὲν προτεραίᾳ εἰλήφεσάν μου τὰ ἐνέχυρα, τῇ δʼ ὑστεραίᾳ ἐκομίσαντο τὸ ἀργύριον παρʼ ἐμοῦ (καίτοι πῶς ἄν, εἰ μὴ πεπορισμένον τε ἦν καὶ ἐπηγγέλκειν αὐτοῖς, εὐθὺς ἂν ἀπέλαβον;) καὶ πάλιν αὐθημερὸν εἰσεληλύθεσαν εἰς τὴν οἰκίαν ἐκτίνοντος τὴν δίκην, τούτων ὑμῖν ἀναγνώσεται τὰς μαρτυρίας.Μαρτυρίαι



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 47.63 Dem. 47.65 (English) >>Dem. 47.68

Powered by PhiloLogic